Ancient Greek
1.〈Περὶ βραχείας.〉 to 1.Περὶ μακρᾶς.
Hephaestion, Enchridion de Metris 1.〈Περὶ βραχείας.〉-1.Περὶ μακρᾶς.
Not analysed yet
(1) Βραχεῖά ἐστι συλλαβὴ ἡ ἔχουσα βραχὺ φωνῆεν ἢ βραχυνόμενον μὴ ἐπὶ τέλους λέξεως, οὕτως ὡς μὴ εἶναι μεταξὺ τούτου τοῦ φωνήεντος καὶ τοῦ ἐν τῇ ἑξῆς συλλαβῇ σύμφωνα πλείονα ἑνὸς ἁπλοῦ, ἀλλ’ ἤτοι ἓν ἢ μηδὲ ἕν. (2) Μακρά ἐστι συλλαβὴ ἡ ἔχουσα μακρὸν φωνῆεν ἢ μηκυνόμενον ἢ μίαν τῶν καλουμένων διφθόγγων, οὕτως ὡς ἑξῆς εἶναι σύμφωνον ἤτοι τελικὸν αὐτῆς τῆς συλλαβῆς ἢ τῆς ἑξῆς ἀρκτικόν [οἷον θ̅η̅ς θ̅ω̅ς ̅κ̅α̅ὶ ̅ν̅α̅ῦ̅ς]. εἰ δὲ μή, οὔκ εἰσιν ἄντικρυς μακραί, ἀλλὰ κοιναί, ὡς ἑξῆς ῥηθήσεται.