Ancient Greek
Περὶ συνεκφωνήσεως.
Hephaestion, Enchridion de Metris 2
Not analysed yet
(2) Τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε· ἢ γὰρ δύο μακραὶ εἰς μίαν μακρὰν παραλαμβάνονται οἷον ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας (Ε 349) καὶ βουκόλ’ ἐπεὶ οὔτε κακῷ (υ 227)· ἢ βραχεία καὶ μακρὰ εἰς μίαν μακρὰν πλέων ἐπὶ οἴνοπα πόντον (α 183) ἢ δύο βραχεῖαι εἰς μίαν μακρὰν (ι 283) νέα μέν μοι κατέαξε Ποσειδάων [ἐνὶ πόντῳ]· 〈ἡ μακρὰ καὶ βραχεῖα εἰς μίαν μακρὰν (Β 544) θώρηκας ῥήξειν δηίων ἀμφὶ στήθεσσιν· 〉