Ancient Greek
Περὶ πολυσχηματίστων.
Hephaestion, Enchridion de Metris 2-12
Not analysed yet
(2) Τὸ Πριάπειον, οὐ μόνον ἰαμβικῇ τῇ δευτέρᾳ χρώμενον, ἀλλὰ καὶ χοριαμβικῇ· καὶ τὸν ἀντίσπαστον ἔσθ’ ὅτε, τὸν πρῶτον τοῦ παντὸς μέτρου, εἰς σπονδεῖον περαιοῦσιν, ἐάν τε ἀπὸ ἰάμβου ἄρχηται, ἐάν τε ἀπὸ τροχαίου, κατὰ τὸ δεδομένον, ἐάν τε ἀπὸ σπονδείου, οἷον παρ’ Εὐφορίωνι τῷ Χερρονησιώτῃ (Meineke: Anal. Alex. p. 341) οὐ βέβηλος, ὦ τελεταὶ τοῦ νέου Διονύσου, κἀγὼ δ’ ἐξ εὐεργεσίης ὡργιασμένος ἥκω, ὁδεύων Πηλουσιακὸν κνεφαῖος παρὰ τέλμα.