Ancient Greek
Περὶ ποδῶν.
Hephaestion, Enchridion de Metris 2-2
Not analysed yet
(2)Τρισύλλαβοι δὲ οἱ τούτων διπλασίονες ὀκτώ· τρίχρονος εἷς, ἐκ τριῶν βραχειῶν, τρίβραχυς καὶ χορεῖος. τετράχρονοι δὲ τρεῖς· ἐκ μακρᾶς καὶ δύο βραχειῶν, δάκτυλος· ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας, ἀμφίβραχυς· ἐκ δύο βραχειῶν καὶ μακρᾶς, ἀνάπαιστος. πεντάχρονοι δὲ οἱ ἴσοι τούτοις τρεῖς· ἐκ βραχείας καὶ δύο μακρῶν, βακχεῖος· ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, ἀμφίμακρος ἢ κρητικός· ἐκ δύο μακρῶν καὶ βραχείας, παλιμβάκχειος. ἑξάχρονος δὲ εἷς, ἐκ τριῶν μακρῶν, μολοττός.