Ancient Greek
Περὶ ἀντισπαστικοῦ.
Hephaestion, Enchridion de Metris 2-8
Not analysed yet
(2) Καὶ ἔστιν ἐπίσημα ἐν αὐτῷ τάδε· πενθημιμερὲς μὲν τὸ καλούμενον δοχμιακόν, οἷον κλύειν μαίεται τὸν ἐγχώριον· ἑφθημιμερὲς δὲ τὸ καλούμενον Φερεκράτειον (79) ἄνδρες πρόσχετε τὸν νοῦν ἐξευρήματι καινῷ συμπτύκτοις ἀναπαίστοις. δίμετρον δὲ ἀκατάληκτον τὸ καλούμενον Γλυκώνειον, αὐτοῦ Γλύκωνος εὑρόντος αὐτό (fr. lyr. adesp. 79ᵅ) κάπρος ἡνίχ’ ὁ μαινόλης ὀδόντι σκυλακοκτόνῳ Κύπριδος θάλος ὤλεσεν· δίμετρον δὲ ὑπερκατάληκτον τὸ καλούμενον Σαπφικὸν ἐννεασύλλαβον ἢ Ἱππωνάκτειον, οἷον (Hipp. 92) καὶ κνίσῃ τινὰ θυμιήσας.