Ancient Greek
23 to 26
Hephaestion, Enchridion de Metris 23-26
Not analysed yet
(23) Καὶ τὸ ἐκ τῶν ἀντισπαστικῶν δὲ καταληκτικῶν διμέτρων δικατάληκτον, ὃ Φερεκράτης ἑνώσας σύμπτυκτον ἀνάπαιστον καλεῖ ἐν τῇ Κοριαννοῖ (79) ἄνδρες πρόσχετε τὸν νοῦν ἐξευρήματι καινῷ συμπτύκτοις ἀναπαίστοις. (24) Καὶ τὸ ἐκ τῶν ἰαμβικῶν ἑφθημιμερῶν δικατάληκτον Καλλίμαχος (epigr. 39, 1) Δήμητρι τῇ πυλαίῃ τῇ τοῦτον οὐκ Πελασγῶν, ὅπερ προέταξεν ἐπισυνθέτου, τοῦ ἐκ δακτυλικῆς τετραποδίας καὶ ἰθυφαλλικοῦ, τοῦδε (ep. 39, 2) Ἀκρίσιος τὸν νηὸν ἐδείματο· ταῦθ’ ὁ Ναυκρατίτης. (25) Καὶ τὸ ἐξ ἰθυφαλλικῶν δύο ἡ Σαπφὼ πεποίηκε (84) δεῦρο δηῦτε Μοῖσαι χρύσεον λιποῖσαι. (26) Καὶ τὸ ἐκ χοριαμβικῶν ἑφθημιμερῶν τῶν εἰς τὴν ἰαμβικὴν κατάκλειδα, ἡ αὐτὴ ποιήτρια (Sapph. 99), ὄλβιε γαμβρέ, σοὶ μὲν δὴ γάμος, ὡς ἄραο. ἐκτετέλεστ’, ἔχης δὲ παρθένον, ἂν ἄραο· κἄσθ’ ὅπου συνῆψε τὴν λέξιν (Sapph. 100) μελλίχροος δ’ ἐπ’ ἱμερτῷ κέχυται προσώπῳ. Τοσαῦτα καὶ περὶ τῶν ἀσυναρτήτων.