Ancient Greek
Περὶ χοριαμβικοῦ.
Hephaestion, Enchridion de Metris 3-7
Not analysed yet
(3) Ἀνακρέων δὲ ἐπετήδευσε τὴν πρώτην συζυγίαν δι’ ὅλου ᾄσματος ἐκ τριβραχέος καὶ ἰάμβου ποιῆσαι, ὡς εἶναι κοινὴν λύσιν τῆς τε χοριαμβικῆς καὶ τῆς ἰαμβικῆς (Anacr. 24) ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις. πολὺ δ’ ἐστὶ καὶ τὸ πρὸς τῇ κατάκλειδι τὴν δευτέραν συζυγίαν ἰαμβικὴν ἔχον, οἷόν ἐστι παρὰ μὲν Ἀνακρέοντι (23) ἐκ ποταμοῦ ᾽πανέρχομαι πάντα φέρουσα λαμπρά, παρὰ δὲ Ἀριστοφάνει ἐν Ἀμφιάρεῳ (30) οἶδα μὲν ἀρχαῖόν τι δρῶν, κοὐχὶ λέληθ’ ἐμαυτόν.