Ancient Greek
Περὶ τῆς κατ᾽ ἀντιπάθειαν μίζεως.
Hephaestion, Enchridion de Metris 5-7
Not analysed yet
(5) Τετράμετρον δὲ καταληκτικὸν ἐπιωνικόν, ὃ τὴν μὲν πρώτην ἔχει ἰαμβικήν, ἤτοι ἑξάσημον ἢ ἑπτάσημον, τὴν δὲ δευτέραν ἰωνικὴν ἢ δευτέραν παιωνικήν, τὴν δὲ τρίτην τροχαϊκὴν ἑξάσημον ἢ ἑπτάσημον, εἶτα τὴν ἐκ τροχαίου καὶ τῆς ἀδιαφόρου κατάκλειδα, οἷον τοοῦτος εἰς Θήβας πάϊς ἁρμάτεσσ’ ὀχήμενος (fr. lyr. ad. 51) -Μᾶλις μὲν ἔννη λεπτὸν ἔχοισ’ ἐπ’ ἀτράκτῳ λίνον (fr. lyr. ad. 52). κανὼν δὲ αὐτοῦ αβαβ ββαα βαβα βααᵝ ββαβ αβαα βαββ βαβᵅ.