Ancient Greek · ~2 min
Fragment 2
Hephaestion, Fragmenta Hephaestionea 2
Not analysed yet
schol. in Hermog. RhG VII 983,26 ἐν τῷ περὶ μέτρων φησὶν ὁ Ἡφαιστίων ὅτι συγγένεια γίνεται μέτρου πρὸς μέτρον τριχῶς, κατὰ ἀφαίρεσιν, κατὰ πρόσθεσιν, κατὰ μετάθεσιν· οἷον ἐὰν ἀφείης τοῦ μῆνιν ἄειδε θεά τὴν πρώτην συλλαβήν, ποιεῖς ἀντὶ δακτυλικοῦ μέτρου ἀναπαιστικόν· οὕτως οὖν καὶ τὸ ἰωνικὸν ἀπὸ μείζονος συγγενές ἐστι τῷ τροχαϊκῷ κατὰ μετάθεσιν· τοῦ γὰρ ἰωνικοῦ ἀπὸ μείζονος ἐκ μακρῶν δύο καὶ δύο βραχειῶν ὄντος, ἔξεστι μεταθεῖναι καὶ ποιῆσαι διτρόχαιον ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρὰς καὶ βραχείας. ἰωνικοὶ δὲ καλοῦνται, ἐπειδὴ Ἰώνων εἰσὶν εὕρημα· μαλακὸν τὸ μέτρον καὶ τρυφερώτατον, ᾧ καὶ Σωτάδης ἐχρήσατο, ὥς φησιν Δογγῖνος.