Ancient Greek · ~2 min
Fragment 4
Hephaestion, Fragmenta Hephaestionea 4
Not analysed yet
schol. in Hermog. RhG VII 982,15 ὁ τροχαῖος τροχαλὸν ποιεῖ τὸν λόγον, διὸ τροχαῖος καλεῖται ὁ τῶν τρεχόντων ῥυθμός, ὥς φησιν Λογγῖνος ὁ φιλολόγος, †ὅθεν καὶ ἴαμβος καλεῖται ἀπὸ τοῦ ἰαμβίζειν, ὅ ἐστι λοιδορεῖν· τοῦτο δὲ ποιοῦσιν οἱ κωμικοὶ οἱ τῷ ἰάμβῳ χρησάμενοι. (ἐπεὶ οὖν καὶ οἱ τρέχοντες καὶ ὑβρίζοντες σπουδῇ τοῦτο ποιοῦσιν, οὐ δεῖ ἐν σεμνότητι χρῆσθαι τούτοις τροχαίῳ καὶ τῷ συγγενεῖ αὐτῷ ἰωνικῷ οὐδὲ ἰαμβικῷ ἐπιπολύ).