Ancient Greek · ~1 min
Section 12
Hephaestion, Μετρικὴ εἰσαγωγή 12
Not analysed yet
Κοινὰ δέ ἐστι κατὰ σχέσιν, ὅσα καθʼ ἑτέραν μὲν ἰδέαν τῶν κατὰ σχέσιν γέγραπται, δύναται δὲ καὶ καθʼ ἑτέραν γεγράφθαι δοκεῖν, οἷον, εἰ μονοστροφικῶς γραφὲν δύναται τοῦτο καὶ ἐπῳδικῶς γεγράφθαι δοκεῖν.