Ancient Greek · ~1 min
Section 2
Hephaestion, Μετρικὴ εἰσαγωγή 2
Not analysed yet
Καὶ τὰ μέν ἐστι κατὰ σχέσιν, τὰ δὲ ἀπολελυμένα, τὰ δὲ ἐξ ὁμοίων, τὰ δὲ μετρικὰ ἄτακτα, τὰ δὲ μικτά, τὰ δὲ κοινά. Καὶ κατὰ σχέσιν μέν ἐστιν, ὅσα μετρεῖται ὑπὸ συστήματος, καλεῖται δὲ οὕτως διὰ τὸ κατὰ σχέσιν τινὰ πρὸς ἄλληλα τὰ ἐν τῷ ποιήματι συστήματα καταμετρεῖσθαι.