Ancient Greek · ~2 min
Chapter 1
Hephaestion, Περὶ ποιημάτων 1.1
Not analysed yet
Στίχος ἐστὶ ποσὸν μέγεθος μέτρου, ὅπερ οὔτε ἔλαττόν ἐστι τριῶν συζυγιῶν οὔτε μεῖζον τεσσάρων. τὸ δὲ ἔλαττον ὂν τριῶν συζυγιῶν, ἐὰν μὲν πλήρεις ἔχῃ τὰς συζυγίας, ἀκατάληκτόν ἐστι καὶ καλεῖται κῶλον, ἐὰν δέ τι ἐλλείπῃ, κόμμα. Σύστημα δέ ἐστι μέτρων συναγωγή, ἤτοι δύο ἢ πλειόνων, ἢ ὁμοίων ἢ ἀνομοίων· ἀνομοίων μέν, ὡς τὰ ἐλεγεῖα καὶ οἱ ἐπῳδοί· τὸ δὲ ἐξ ὁμοίων, ὡς τὸ δεύτερον Σαπφοῦς, ὡς προϊόντες δείξομεν.