Ancient Greek · ~3 min
Chapter 1
Hephaestion, Περὶ ποιημάτων 1.2
Not analysed yet
Ὄντων δὴ τούτων τῶν ἀνωτάτω γενῶν, κατὰ τὴν τούτων μεῖξιν ὑφίσταται τά τε μεικτὰ γενικὰ προσαγορευόμενα καὶ τὰ κοινὰ . Καὶ μικτὰ μὲν γενικά, ὡς αἱ τραγῳδίαι καὶ αἱ παλαιαὶ κωμῳδίαι· μέρος μὲν γὰρ τούτων γέγραπται κατὰ στίχον, μέρος δὲ κατὰ σύστημα. Κοινὰ δὲ ,ἅπερ καὶ ὁ κατὰ στίχον γεγράφθαι φάσκων ὑγιῶς ἂν λέγοι καὶ ὁ κατὰ σύστημα, ὡς τὸ δεύτερον καὶ τρίτον Σαπφοῦς. διὰ μὲν γὰρ τὸ ἐν τοῖς παλαιοῖς ἀντιγράφοις κατὰ δύο ὁρᾶν παραγεγραμμένον ἕκαστον ᾆσμα, καὶ ἔτι διὰ τὸ μηδὲν εὑρίσκεσθαι ἀριθμοῦ περιττοῦ, κατὰ συστήματα νομίζομεν αὐτὰ γεγράφθαι· πάλιν δέ, τῷ ὅμοιον ἑκάτερον εἶναι τῶν ἐν τῇ δυάδι στίχων, καὶ τῷ δύνασθαι τὴν ποιήτριαν κατὰ τύχην τινὰ ἀρτίου πάντα ἀριθμοῦ πεποιηκέναι, φαίη τις ἂν κατὰ στίχον αὐτὰ γεγράφθαι.