Ancient Greek · ~3 min
3.1 to 3.4
Hephaestion, Περὶ ποιημάτων 3.1-4
Not analysed yet
Τῶν δὲ κατὰ συστήματα γεγραμμένων τὰ μέν ἐστι κατὰ σχέσιν, τὰ δὲ ἀπολελυμένα, τὰ δὲ μετρικὰ ἄτακτα, τὰ δὲ ἐξ ὁμοίων, τὰ δὲ μικτὰ συστηματικά, τὰ δὲ κοινὰ συστηματικά· περὶ ὧν ἐροῦμεν. Κατὰ σχέσιν μὲν οὖν ἐστι, ἃ δουλεύων ἀνταποδόσει καὶ ἀνακυκλήσει ὁ ποιητὴς γράφει. Ἀπολελυμένα δέ, ἅ εἰκῆ γέγραπται καὶ ἄνευ μέτρου ὡρισμένου, οἷοί εἰσιν οἱ νόμοι οἱ κιθαρῳδικοὶ ὶμοθέου. Μετρικὰ δὲ ἄτακτά ἐστιν, ἅπερ μέτρῳ μὲν γέγραπταί τινι, οὔτε δὲ ὁμοιότητα ἔχει πρὸς ἄλληλα οὔτε ἀνακύκλησιν, οἷόν ἐστι τὸ τοῦ Σιμωνίδου ἐπίγραμμα (188) Ἴσθμια δίς, Νεμέᾳ δίς, Ὀλυμπίᾳ ἐστεφανώθην, οὐ πλάτεϊ νικῶν σώματος, ἀλλὰ τέχνᾳ, Ἀριστόδαμος Θράσυος Ἀλεῖος πάλᾳ. τοιοῦτός ἐστι καὶ ὁ Μαργίτης Ὁμήρου· οὐ γὰρ τεταγμένῳ ἀριθμῷ ἐπῶν τὸ ἰαμβικὸν ἐπιφέρεται.