Ancient Greek · ~3 min
Chapter 3
Hephaestion, Περὶ ποιημάτων 3.5
Not analysed yet
Ἐξ ὁμοίων δέ ἐστιν, ἅπερ ὑπὸ ποδὸς ἢ συζυγίας ἤ περιόδου καταμετρεῖται ἄνευ ἀριθμοῦ τινὸς ὡρισμένου· ὡς ἐὰν τεταγμένος ἀριθμὸς ᾖ, οὐκ ἔστιν ἐξ ὁμοίων, ἀλλὰ κατὰ σχέσιν, ὡς ἐν τῷ παρʼ Ἀλκαίῳ ᾄσματι (59), οὗ ἡ ἀρχή ἔμε δείλαν, ἔμε πάσαν κακοτάτων πεδέχοισαν. ἄπειρος μὲν γάρ τις ὢν φήσειεν ἂν αὐτὸ ἐξ ὁμοίων εἶναι, ἐξ ἰωνικῆς ἀπʼ ἐλάσσονος συζυγίας καταμετρούμενον, ἡμεῖς δέ, ἐπεὶ κατὰ δέκα ὁρῶμεν αὐτὸ συζυγίας καταμετρούμενον, κατὰ σχέσιν αὐτὸ γεγράφθαι φαμέν. διόπερ καὶ τὰ μονοστροφικὰ ἄσματα δέκα ὄντα συζυγιῶν οὕτω πεποιῆσθαι νομίζομεν. Ἔστι δέ τινα καὶ ἐξ ὁμοίων πεποιημένα, οἷον τὰ Ἑρμείου, παιωνικὰ ὄντα, ἑπτά μοι δὶς τριάκοντα βασιλεὺς σχεδόν καὶ τὰ ἑξῆς.