Ancient Greek · ~2 min
4.1 to 4.3
Hephaestion, Περὶ ποιημάτων 4.1-3
Not analysed yet
Τῶν δὲ κατὰ σχέσιν τὰ μέν ἐστι μονοστροφικά, τὰ δὲ ἐπῳδικά, τὰ δὲ κατὰ περικοπὴν ἀνομοιομερῆ, τὰ δὲ ἀντιθετικά, τὰ δὲ μικτὰ κατὰ σχέσιν, τὰ δὲ κοινὰ κατὰ σχέσιν. Μονοστροφικὰ μὲν οὖν εἰσὶν ὁπόσα ὑπὸ μιᾶς στροφῆς καταμετρεῖται, καθάπερ τὰ Ἀλκαίου καὶ τὰ Σαπφοῦς καὶ ἔτι τὰ Ἀνακρέοντος. Ἐπῳδικὰ δέ ἐστιν, ἐν οἷς συστήμασιν ὁμοίοις ἄνόμοιόν τι ἐπιφέρεται. δηλονότι ἐπʼ ἔλαττον μὲν τοῦ τῶν τριῶν ἀριθμοῦ οὐκ ἄν γένοιτό τι τοιοῦτον, ἐπὶ πλεῖον δὲ οὐδὲν αὐτὸ κωλύει ἐκτείνεσθαι· γίνεται γὰρ ὥσπερ τριὰς ἐπῳδική, οὕτω καὶ τετρὰς καὶ πεντὰς καὶ ἐπὶ πλεῖον.