Ancient Greek · ~3 min
Chapter 4
Hephaestion, Περὶ ποιημάτων 4.4
Not analysed yet
Τοῦ δὲ ἐπῳδικοῦ γένους τὰ μέν ἐστιν ὁμωνύμως αὐτῷ καλούμενα ἐπῳδικά, τὰ δὲ προῳδικά, τὰ δὲ μεσῳδικά, τὰ δὲ περιῳδικά, τὰ δὲ παλινῳδικά. Ἐπῳδικὰ μὲν οὖν ἐστιν, ἐν οἷς ὁμοίοις ἀνόμοιόν τι ἐπιφέρεται, ὡς τά γε πλεῖστα Πινδάρου καὶ Σιμωνίδου πεποίηται. Προῳδικὰ δέ ἐστιν, ἐν οἷς τὸ ἀνόμοιον προτέτακται τῶν ὁμοίων. Μεσῳδικὰ δὲ ἐν οἷς περιέχει μὲν τὰ ὅμοια, μέσον δὲ τὸ ἀνόμοιον τέτακται. Παλινῳδικὰ δὲ ἐν οἷς τὰ μὲν περιέχοντα ἀλλήλοις ἐστὶν ὅμοια, ἀνόμοια δὲ τοῖς περιεχομένοις· τὰ δὲ περιεχόμενα ἀλλήλοις μὲν ὅμοιά ἐστιν, ἀνόμοια δὲ τοῖς περιέχουσι. Περιῳδικὰ δέ, ἐν οἷς τὰ μὲν περιεχόμενα ἀλλήλοις ἐστὶν ὅμοια, τὰ δὲ περιέχοντα οὔτε ἀλλήλοις οὔτε τοῖς περιεχομένοις.