Ancient Greek · ~2 min
Chapter 4
Hephaestion, Περὶ ποιημάτων 4.8
Not analysed yet
Κοινὸν δέ ἐστι κατὰ σχέσιν τὸ δύο ὑποπεπτωκός, καθάπερ τὸ πρῶτον Ἀνακρέοντος ᾆσμα (1) γουνοῦμαί σʼ, ἐλαφηβόλε, ξανθὴ παῖ Διός, ἀγρίων δέσποινʼ Ἄρτεμι θηρῶν καὶ τὰ ἑξῆς. κατὰ μὲν γὰρ τὴν νῦν ἔκδοσιν ὀκτάκωλός ἐστιν ἡ στροφή, καὶ τὸ ᾆσμα ἐστι μονοστροφικόν. δύναται δὲ καὶ ἑτέρως διαιρεῖσθαι εἴς τε τριάδα καὶ πεντάδα ἡ στροφή, ὥστε Φερεκράτειον εἶναι τὸ τελευταῖον τοῦ συστήματος τοῦ ἐκ τῶν τριῶν κώλων καὶ τῶν