Ancient Greek · ~3 min
4.5 to 4.7
Hephaestion, Περὶ ποιημάτων 4.5-7
Not analysed yet
Κατὰ περικοπὴν δέ ἐστιν ἀνομοιομερῆ, ὁπόταν ἐκθέμενος ὁ ποιητὴς ὁπόσα δήποτε συστήματα διάφορα ἐπαγάγῃ ἐκ τῶν αὐτῶν συστημάτων συνεστῶσαν περικοπήν, ὥστε τὰ μὲν ἐν ἑκατέρᾳ ἢ ἑκάστῃ περικοπῇ συστήματα ἀνόμοια εἶναι ἀλλήλοις, τὰς δὲ περικοπὰς ἀμφοτέρας ἀλλήλαις ὁμοίας ἢ πάσας. Ἀντιθετικὰ δέ ἐστιν, ὁπόταν ὁ ποιητὴς γράφῃ ὁπόσα δήποτε κῶλα ἀνόμοια καὶ ὡς βούλεται, εἶτα τούτων ἀνταποδῷ τῷ μὲν τελευταίῳ τὸ πρῶτον, τῷ δὲ δευτέρῳ ἀπὸ τέλους τὸ δεύτερον, καὶ οὕτω πάντα κατὰ τὸν αὐτὸν λόγον. τοῦτο δὲ τὸ εἶδος παρὰ μὲν τοῖς παλαιοῖς σπανιώτατόν ἐστι, παρὰ δὲ Σιμίᾳ τῷ Ῥοδίῳ ἐστὶν οὕτω πεποιημένα ἐν τῷ ἐπιγραφομένῳ Ὠιῷ. Μικτὸν δέ ἐστι κατὰ σχέσιν ποίημα, ἐν ᾧ ἐστι μέρη τινά, ἅπερ ἔφαμεν εἶναι τοῦ κατὰ σχέσιν εἴδη, οἷον λόγου χάριν τό τε ἐπῳδικὸν καὶ τὸ μεσῳδικόν.