Ancient Greek · ~2 min
Chapter 7
Hephaestion, Περὶ ποιημάτων 7.1
Not analysed yet
Ἔστι δέ τινα ἐν τοῖς ποιήμασι καὶ τὰ καλούμενα ἐφύμνια, ἅπερ ταύτης τῆς προσηγορίας τετύχηκεν, ἐπειδὴ καὶ ἐφύμνιόν τι εἰώθασιν ἐπάγειν οἱ ποιηταὶ ταῖς στροφαῖς, οἷά ἐστι καὶ τὰ τοιαῦτα Ἴήϊε παιάν. καὶ ὦ διθύραμβε. Ὅταν δὲ τὸ ἐφύμνιον μὴ μετὰ στροφὴν ἀλλὰ μετὰ στίχον κέηται περιλαμβανόμενον ἄλλῳ στίχῳ, μεσύμνιον καλεῖται ,οἷόν ἐστι τὸ παρὰ Σαπφοῖ (91) ἴψοι δὴ τὸ μέλαθρον ἀείρετε τέκτονες ἄνδρες, Ὑμήναον, γαμβρὸς ἔρχεται ἶσος Ἄρευι.