Ancient Greek · ~2 min
Chapter 7
Hephaestion, Περὶ ποιημάτων 7.2
Not analysed yet
Εἰσὶ δὲ ἐν τοῖς ποιήμασι καὶ οἱ ἀρρενικῶς οὕτω καλούμενοι ἐπῳδοί, ὅταν μεγάλῳ στίχῳ περιττόν τι ἐπιφέρητραι, οἷον (Arch. 94) πάτερ Λυκάμβα, ποῖον ἐφράσω τόδε; τίς σὰς παρήειρε φρένας; καὶ ἔτι (Arch. 104) εὖτε πρὸς ἄεθλα δῆμος ἠθροΐζετο, ἐν δὲ Βατουσιάδης. Ὅταν δὲ ἔμπαλιν ἡ τάξις ᾖ, προῳδὸς καλεῖται, ὡς παρὰ Ἀνακρέοντι (19) ἀρθεὶς δηῦτʼ ἀπὸ Λευκάδος πέτρης, εἰς πολιὸν κῦμα κολυμβῶ μεθύων ἔρωτι. Ὥσπερ δὲ ταῦτα εὑρίσκεται, οὕτω γένοιντο ἄν τινες καὶ μεσῳδοί, ὅταν περιέχῃ μὲν τὰ μείζω, μεταξὺ δὲ τὸ μεῖον ᾖ τεταγμένον.