Ancient Greek · ~3 min
Chapter 7
Hephaestion, Περὶ ποιημάτων 7.3
Not analysed yet
Ἔστι δέ τινα καὶ τὰ καλούμενα ἐπιφθεγματικά, ἃ διαφέρει ταύτῃ τῶν ἐφυμνίων, ὅτι τὰ μὲν καὶ πρὸς νοῦν συντελεῖ τι, τὰ δὲ ἐκ περιττοῦ ὡς πρὸς τὸ λεγόμενον τῇ στροφῇ πρόσκειται· οἷον τὸ Βακχυλίδου (25) ἦ καλὸς Θεόκριτος, οὐ μόνος ἀνθρώπων ὁρᾷς, καὶ πάλιν παρὰ τῷ αὐτῶ Βακχυλίδη (26) σὺ δʼ ἐν χιτῶνι μούνῳ παρὰ τὴν φίλην γυναῖκα φεύγεις. Ὅταν μὲν οὖν βραχέα ᾖ τὰ ἐπιφθεγματικά, τοῦτο πρόσεστιν αὐτοῖς ὄνομα· ἐὰν δὲ καὶ τηλικαῦτα, ὥστε στροφὴν ἐκπληροῦν, καὶ προτετάχθαι μὲν τὴν τοῦ ποιητοῦ στροφήν, ἐπεζεῦχθαι δὲ τὴν τῶν ἐπιφθεγματικῶν, εἶτα πάλιν τὰ ἴσα κατὰ τὸν αὐτὸν λόγον, ἔσται τὸ τοιοῦτον σύστημα κατὰ περικοπὴν