Ancient Greek
Dfhg-Source dfhg2_HERACLIDES_CUMANUS
HERACLIDES CUMANUS, Fragmenta 4
Not analysed yet
Ἡρακλείδης δ ̓ ὁ Κυμαῖος, ὁ τὰ Περσικὰ συγγράψας, ἐν τοῖς ἐπιγραφομένοις Παρασκευστικοῖς εἰπὼν, ὡς ὁ ἐν τῇ λιβανοφόφῳ χώρᾳ βασιλεὺς αὐτόνομός τέ ἐστι καὶ οὐδενὸς ὑπήκοος, γράφει καὶ ταῦτα· Οὗτος δ ̓ ὑπερβάλλει τῇ τρυφῇ καὶ ῥᾳθυμίᾳ. Διατρίβει τε γὰρ ἀεὶ ἐν τοῖς βασιλείοις, ἐν τρυφῇ καὶ δαπάνῃ τὸν βίον διάγων, καὶ πράττει οὐδὲ ἓν πρᾶγμα, οὐδὲ πολλοῖς πλησιάζει, ἀλλὰ δικαστὰς αὐτὸς ἀποδεικνύει· καὶ ἐάν τις αὐτοὺς ἡγῆται μὴ δικαίως δεδικακέναι, ἔστι θυρὶς ἐν τῷ ὑψηλοτάτῳ τῶν βασιλείων, καὶ αὕτη ἁλύσει δέδεται. Ὁ οὖν ἡγούμενος ἀδίκως δεδικάσθαι ἐπιλαμβάνεται τῆς ἁλύσεως, καὶ ἕλκει τὴν θυρίδα, καὶ ὁ βασιλεὺς, ἐπειδὰν αἴσθηται, εἰσκαλεῖ, καὶ αὐτὸς δικάζει. Καὶ ἐὰν φαίνωνται οἱ δικασταὶ ἀδίκως δικάσαντες, ἀποθνήσκουσιν· ἐὰν δὲ δικαίως, ὁ κινήσας τὴν θυρίδα ἀπόλλυται. Τὰ δ ̓ ἀναλώματα λέγει τῆς ἡμέρας εἰς τὸν βασιλέα καὶ τὰς περὶ αὐτὸν γυναῖκας καὶ φίλους γίνεσθαι τάλαντα πεντεκαίδεκα Βαβυλώνια.