Ancient Greek
106.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 106.1
Unproofread scanNot analysed yet
XXI Ὅτι ἡ Μήδεια τὰ οἰκεία τέκνα οὐκ ἀπέκτεινεν. Λέγει τις λόγος, τὴν φήμην τὴν κατὰ τῆς Μηδίας ψευδῆ εἶναι· μὴ γὰρ αὐτὴν ἀποκτεῖναι τὰ τέκνα, ἀλλὰ Κορινθίους. Τὸ δὲ μυθολόγημα τοῦτο ὑπὲρ τῆς Κολχίδος, καὶ τὸ δράμα, Εὐριπίδην φασὶ διαπλάσαι, δεηθέντων Κορινθίων· καὶ ἐπικρατῆσαι τοῦ ἀληθοῦς τῷ ψεύδει διὰ τὴν τοῦ ποιητοῦ ἀρετὴν. Ὑπὲρ δὲ τοῦ τολμήματος, φασί, τῶν παῖδων μέχρι τοῦ νῦν ἐναγίζουσι τοῖς παισὶ Κορίνθιοι, οἷονδὲ δασμὸν τούτοις ἀποδιδόντες.