Ancient Greek
110.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 110.2
Unproofread scanNot analysed yet
VII. Περὶ Ἀρταξέξεως ἀταξέσεως. Ἀρταξέρξης, τὸν καὶ Ὦχον ἐπικληθέντα, ὅτε ἐπεβούλευεν αὐτῷ Βαγώας ὁ εὐνῦχος, ὃς ἦν Αἰγύπτιος, φασὶν ἀναῖσχένητα καὶ κατακοπέντα τοῖς αἰλουροῖς παραβληθῆναι· ἐτάφη δὲ τις ἄλλος ἀντ᾽ αὐτοῦ, καὶ ἀπεδόθη ταῖς βασιλικαῖς θήκαις. Θεοσυλίας μὴν τοῦ Ὦχου καὶ ἄλλα μὲν λέγονται, καὶ μάλιστα κατὰ τὴν Αἴγυπτον. Τῷ δὲ Βαγώᾳ οὐκ ὑπέχρησε τὸ ἀποκτεῖναι τὸν Ὦχον· ἀλλὰ γὰρ καὶ ἐκ τῶν μηρῶν αὐτοῦ λαβὰς μαχαίρων ἐποίησε, τὸ φονικὸν αὐτοῦ ἐνδεικνύμενος διὰ τούτων. Ἐμίσησε δὲ αὐτόν, ἐπεὶ τὸν Ἄνιν, ἐν Αἰγύπτῳ γενόμενος, ἀπέκτεινε καὶ οὗτος, ὡς ὁ Καμβύσης πρότερον.