Ancient Greek
111.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 111.3
Unproofread scanNot analysed yet
XI Περὶ Γέλωνος τὴν ἀρχὴν ἀποδοῦναι βουλομένου. Γέλων ἐν Ἱμέρᾳ νικήσας Καρχηδονίους, πᾶσαν ὑφ᾿ ἑαυτὸν τὴν Σικελίαν ἐποίησατο. Εἶτα ἐλθὼν εἰς τὴν ἀγορὰν γυμνός, ἔφατο ἀποδιδόναι τοῖς πολιταῖς τὴν ἀρχήν· οἱ δὲ οὐκ ἤθελον, δηλονότι περιεραμένοι αὐτοῦ, καὶ δημοσιωτέρου, ἢ κατὰ τὴν τῶν μονάρχων ἔξουσίαν. Διὰ ταῦτα τοι καὶ ἐν τῷ τῆς Σικελίας Ἥρας ναῷ ἔστηκεν αὐτοῦ εἰκών, γυμνὸν αὐτὸν δεῖκνυσα, καὶ δμολογεῖ τῇ πρᾶξιν τοῦ Γέλωνος τὸ γράμμα.