Ancient Greek
114.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 114.1
Unproofread scanNot analysed yet
ΠΟΙΚΙΛΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ. I Περὶ Σεμιράμιδος, καὶ πῶς τὴν τῶν Ἀσσυρίων ἀρχὴν κατέσχε. ΣΕΜΙΡΑΜΙΝ τὴν Ἀσσυρίαν ἄλλοι μὲν ἄλλως ἄδουσιν· ὡραιωτάτη δὲ ἐγένετο γυναικῶν, εἰ καὶ ἀφελέστερον ἔχρητο τῷ κάλλει. Ἀφικομένη δὲ πρὸς τὸν τῶν Ἀσσυρίων βασιλέα κλητή, κατὰ κλέος τῆς ὥρας, ὅδε ἐντυχὼν τῇ ἀνθρώπῳ, ἠράσθη αὐτῆς. Ἡ δὲ ἥτησεν ἐκ τοῦ βασιλέως τὴν βασιλείου στολὴν λαβεῖν δῶρα, καὶ πέντε ἡμερῶν τῆς Ἀσίας ἄρχειν, καὶ τὰ ἀπὸ ταύτης προσταυτόμενα δράσσαι· καὶ οὐδὲ τῆς αἰτήσεως ἠτύχησεν. Ἐπεὶ δὲ ἐκάθισεν αὐτὴν ὁ βασιλεὺς ἐπὶ τοῦ θρόνου, καὶ ἔγνω διὰ χειρὸς καὶ γνώμης ἔχουσα πάντα, προσέταξε τοῖς δορυφόροις αὐτὸν τὸν βασιλέα πτεῖναι· καὶ οὕτω τὴν τῶν Ἀσσυρίων ἀρχὴν κατέσχε. Λέγει δὲ ταῦτα Δείνων.