Ancient Greek
128.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 128.1
Unproofread scanNot analysed yet
ματι. Αἰτία δὲ ἦν ἄρα τοῦτον τῷ Λιοχάνῃ, ἥτε πρὸς Φίλιππον· φιλία, καὶ τὰ ἐξ αὐτοῦ δῶρα, καὶ ὅτι πρῶτος καὶ ἡδέως ἤκουεν αὐτοῦ ὁ Φίλιππος, μειλιχίῳ τῷ βλέμματι προσβλέπων καὶ ὑποφαίνων τὴν ἐξ αὐτοῦ εὐνοιαν. Ἀπερ οὖν πάντα ἐφολού ἦν εἰς τὴν παρόψιαν τῷ Λιοχάνῃ, καὶ τῶν λόγων εὐροῖαν. Οὐ μόνος δὲ τοῦτο ἔπαθε Δημοσθένης ἐν Μακεδονία, καὶ τοι δεινότατος ὧν εἰπεῖν, ἀλλὰ καὶ Θεόφραστος ὁ Ἐρεσιος. Ἐξέπεσε γὰρ καὶ οὗτος ἐπὶ τῆς ἐξ Ἀρείου πάγου βουλῆς λέγων· καὶ ταύτην ἀπολογίαν προεφέρετο, ὅτι κατεπλάγη τὸ ἀξίωμα τοῦ συνεδρίου. Πικρότατα οὖν ἀπήντησε καὶ ἐτοιμότατα πρὸς τοῦτον αὐτοῦ τὸν λόγον ὁ Δημοχάρης, εἰπών, ὦ Θεόφραστε, Ἀθηναῖοι ἦσαν, ἀλλ’ οὐχ οἱ δώδεκα θεοὶ οἱ δικάζοντες.