Ancient Greek
131.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 131.1
Unproofread scanNot analysed yet
δεῖκνύνουσι Λοχροί, ἐν ἐκόμισε, καὶ ἔθηκε πρὸ τῶν θυρῶν. Καὶ τὸν ἐν Τεμέσῃ Ἥφαιστος, φόρους πραττόμενον παρὰ τῶν προσοίκων ἐπανεν. Ἀφικομένος γὰρ εἰς τὸ ἱερὸν αὐτοῦ, ὅπερ ἄβατον ἦν τοῖς πολλοῖς, διηγωνίατο πρὸς αὐτόν, καὶ ἠνάγκασεν, ὅνπερ ἐσύλησεν, ἀποτίσαι πλεῖω. Ἐντεῦθεν τοι καὶ ἐξέφυγεν ἡ παροιμία, ἡ λέγουσα, ἐπὶ τῶν ἀλυσιτελῶς τι κερδαίνοντων, ὅτι αὐτοῖς ἀφίξεταί ὁ ἐν Τεμέσῃ Ἥφαιστος. Λέγουσι δὲ τὸν αὐτὸν Εὐθύμουν, καταβάντα ἐπὶ τὸν Καϊκινὸν ποταμόν, ὃς ἐστὶ πρὸ τῆς τῶν Λοχρῶν πόλεως, ἀφανισθῆναι.