Ancient Greek
134.4 to 135.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 134.4-135.4
Unproofread scanNot analysed yet
V Περί Ίέρωνος και Θημιστοκλέους. Θημιστοκλής Ίέρωνα ηκοντα εις Ολυμπιαν, Ολυμπίων αγόμενων, ιππους αγοντα, ειξε της αγωνίας εἰπών, τὸν μὴ μεταλαβόντα τοῦ μεγίστου τῶν κινδύνων, τῶν παρηγύρεων μεταλαμβάνειν μὴ δεῖν· καὶ ἐπηνέθη Θεμιστοκλῆς. VI Περί Περικλέους, καὶ νιῶν αὐτοῦ λοιμῷ ἀποθανόντων. Ὅτι Περικλῆς, ἐν τῷ λοιμῷ τοὺς παῖδας ἀποβαλὼν, ἀνδρειότατα τὸν θάνατον αὐτῶν ἤνεγκε, καὶ πάντας Ἀθηναίους εὐθυμότερον ἔπεισε τοὺς τῶν φιλοτάτων θανάτους φέρειν. VII Περί Σωκράτους ἐν πᾶσιν εὐθυμίας. Ἔλεγεν ἡ Ξανθίππη, ὡς μυρίων μεταβολῶν τὴν πόλιν κατασχουσῶν, ἐν πάσαις ὁμοιον ἦν τὸ Σωκράτους πρόσωπον, καὶ προϊόντος ἐκ τῆς οἰκίας, καὶ ἐπανιόντος, ἀεὶ θεάσθαι· ἡμοιο γὰρ πρὸς πάντα ἐπαικώς, καὶ ἦν ἵλεως ἀεὶ τὴν διάνοιαν, καὶ λύπης ὑπεράνω πάντων, καὶ φόβου χρειοῦντων παντὸς ὄν.