Ancient Greek
14.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 14.1
Unproofread scanNot analysed yet
και κατὰ θαλάσσης, καὶ αὐτοῖς οὐ κάμνει τὸ πτερόν. XV Περὶ περιστερῶν. Ἐκ διαδοχῆς φασιν ἐπωάζειν τὰς περιστερὰς. Ἔπια τῶν νεοτῶν γενομένων, ὁ ἄρσεν ἐμπτυεῖ αὐτοῖς, ἀπελαίνων αὐτῶν τὸν φθόνον, φασίν, ἵνα μὴ βασκανθῶσι δι᾽ ἅρα τοῦτο. Τίκτει δὲ ὥα δύο ἡ θήλεια, ὧν τὸ μὲν πρῶτον, ἄρσεν ποιεῖ πάντως, τὸ δὲ δεύτερον, θῆλυ. Τίκτουσι δὲ αἱ περιστεραὶ κατὰ πᾶσαν ὥραν τοῦ ἔτους· ἔνθεν τοι καὶ δεκάκις τοῦ ἔτους ὠδίνουσι. Λόγος δέ τις περιέων Αἰγύπτιος, λέγων δωδεκάκις τὰς ἐν Αἰγύπτῳ τίκτειν. Λέγει δὲ Ἀριστοτέλης καὶ διάφορον εἶναι τῆς περιστερᾶς τὴν πελειάδα· τὴν μὲν γὰρ περιστερὰν εἶναι μειζόνα, τὴν δὲ πελειάδα βραχυτέραν. Καὶ τὴν μὲν περιστερὰν τιθασοὺν εἶναι, τὴν δὲ οὔ. Λέγει δὲ ὁ αὐτός, μὴ πρότερον ἐπιβαίνειν τὸν ἄρσεν τῇ θηλείᾳ, πρὶν ἢ φιλήσῃ αὐτήν· μὴ γὰρ ἀνέχεσθαι τὰς θηλείας τὴν τῶν ἀρσένων ὀμιλίαν, τοῦ φιλήματος ἔρημον. Προστίθησι τοῦτοσι καὶ ἐκείνῳ, ὅτι καὶ αἱ θηλείαι ἀλλήλας ἀναβαίνουσι, ὅταν τῆς πρὸς ἄρσενα μίξεως ἀτυχήσωσι· καὶ οὐδὲν μὲν εἰς ἀλλήλας προύοντα, τίκτουσι δὲ ὥα, ἐξ ὧν νεοττοῦσι γίνονται αὐτοῖς. Σὶ δέ τι Καλλιμάχῳ χρή προσέχειν, φάσσαν, καὶ πυραλλίδα, καὶ περιστερὰν, καὶ τρυγόνᾳ φησι μηδὲν ἀλλήλας ὁμοίεσθαι. Ἰνδοὶ δὲ φασὶ λόγῳ, περιστερὰς ἐν Ἰνδοῖς γίνεσθαι μηλίνας τὴν χρόαν. Χάρων δὲ ὁ Ἀμφιακηνὸς περὶ τὸν Ἀθω φασιν αἱ περιστεραὶ λευκὰς λέγει, ὅτε ἐνταῦθε ἀπώλοντο αἱ τῶν Περγῶν