Ancient Greek
140.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 140.1
Unproofread scanNot analysed yet
τρις. Ἐμοὶ δὲ οὐ πιστὰ δοκοῦσιν. Ὅτι τὴν Ἰταλίαν φασιν οἰκῆσαι ἔθνη πάμπολλα, καὶ ὅσα οὐκ ἄλλην γῆν. Τὸ δὲ αἴτιον, διὰ τὴν τῶν ὕδρῶν εὐχρασίαν, καὶ τὴν χώρας ἀρετὴν, καὶ τὸ ἕνυδρον αὐτῆς, καὶ τὸ πάμφυτον, καὶ τὸ εὐβοτον, καὶ ὅτι ποταμοῖς ἐστι καταδύτος, καὶ ὅτι θάλασσα ἀγαθὴ παρέκειται αὐτῇ, ὁμοῖς πανταχόθεν διειλημμένη, καὶ καταγωγαῖς ἀφθόνοις, καὶ καταόρεσιν. Ἀλλὰ καὶ τὸ τῶν οἰκητῶν ἡμερον καὶ πρᾶον ἐπήγε πολλούς εἰς τὴν μετοίκησιν. Καὶ ὅτι πόλεις ὤκησαντὴν Ἰταλίαν πάλα ἑπτὰ καὶ ἑνενήκοντα καὶ ἑκατὸν πρὸς ταῖς χιλιάσι.