Ancient Greek
146.7
Heraclides Ponticus Junior Gramm., Fragmenta 146.7
Unproofread scanNot analysed yet
XXXVIII. XXXVIII Περί Ἀλεξάνδρου, καὶ τῆς τοῦ Πάριδος λύρας. Ὁ μὲν Ἀλέξανδρος εἰς τὴν Ἴλιον ἦλθεν. Ἀνασκοποῦντι δὲ αὐτῷ φιλοπένως, τῶν τις Τρώων προσελθὼν τὴν λύραν ἐδείκνυεν Ἀλεξάνδρῳ. Ὁ δὲ ἔφη, Προτιμησαίμην ἂν μᾶλλον ἰδεῖν τὴν Ἀχιλλέως. Ἐπέρυγε τοῦτο Ἀλέξανδρος· ἐπόθει γὰρ κτῆμα ἀγαθοῦ στρατιώτου, ὃ συνῆδεν ἐκεῖνος ταῖς τῶν ἀγαθῶν ἀνδρῶν κλῆσι. Τοῦ δὲ Πάριδος τί ἄρα ἦσεν ἡ λύρα,