Ancient Greek
147.8
Heraclides Ponticus Junior Gramm., Fragmenta 147.8
Unproofread scanNot analysed yet
γεγονότων πρὸς τῇ πρυτανείᾳ ἀνδριάντος ἐστώτος τῆς Ἀγαθῆς Τύχης θερμοτάτα ἡράσθη. Κατεφίλει XLI Περί Παυσανίου καὶ Σιμωνίδου. Ἐν τινί, φασί, συνδείπνῳ παρῆν Σιμωνίδης ὁ Κεῖος, καὶ Παυσανίας ὁ Λακεδαιμόνιος. Προσέταξεν οὖν ὁ Παυσανίας τῷ Σιμωνίδῃ σοφὸν τι εἰπεῖν· ὁ δὲ γελάσας, ὁ Κεῖος, Μέμνησο, ἔπει, ἄνθρωπος ὤν. Τοῦτο παραχρῆμα μὲν ἐξεφάλλιος Παυσανίας, καὶ παρ’ οὐδὲν ἔθετο, ὑποτυφόμενος ἤδη εἰς τὸν τοῦ Μηδίζειν ἔρωτα, καὶ μεγαλοφρονῶν ἐπὶ τῇ πρὸς Βασιλέα ξενίᾳ, ἴσως δὲ καὶ ὑπὸ τοῦ οἴνου παραφερόμενος. Ἐπεὶ δὴ ἦν πρὸς τῇ Χαλκιοίᾳ, καὶ διεπίκλαιε τῷ λυψῷ, καὶ ἐμελλεν ἀποθνήσκειν ἀνθρώπων ἀλγεινότατα, ἀλλὰ τῃναύτα ἐμνήσθη τοῦ Σιμονίδου, καὶ ἐξεβόησεν εἰς τρίς, Ὦ ξένε Κεῖε, μέγα τι ἄρα χρήμα ἦν ὁ λόγος σου, ἐγὼ δὲ ὑπ’ ἀροίας οὐδὲν αὐτὸν ὤμην εἶναι.