Ancient Greek
152.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 152.4
Unproofread scanNot analysed yet
XI Περί Διογένους ἀλγοῦντος τὸν ὠμόν. Ἦλγει τὸν ὠμὸν Διογένης, ἢ τρωθείς, οἴμαι, ἢ ἐξ ἄλλης τινὸς αἰτίας. Ἐπεὶ δὲ εἶδοκε σφόδρα ἀλγεῖν, τῶν τις ἀχθομένων αὐτῷ κατεκρότημε, λέγων, Τί οὖν οὐκ ἀποθνήσκεις, ὦ Διογένης, καὶ σεαυτὸν ἀπαλλάττεις κακῶν; Ὁ δὲ εἶπε, Τοὺς εἰδότας, ὃ δεῖ πράττειν ἐν τῷ βίῳ, καὶ ὃ δεῖ λέγειν, τούτους γε ζῆν προσήκει, ὧν καὶ αὐτὸς ὁμολογεῖ εἶναι. Σοὶ μὲν οὖν, ἔφη, οὐκ εἴδοτι τὰ τε λεκτέα καὶ τὰ πρακτέα, ἀποθάνειν ἐν καλῷ ἐστιν· ἐμὲ δὲ τὸν ἐπιστήμονα ἐκείνων, πρέπεις ζῆν.