Ancient Greek
154.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 154.2
Unproofread scanNot analysed yet
XVI. Περὶ Ἀντισθένους, καὶ Λιογένοῦς. Ἐπεὶ δ’ Ἀντισθένης πολλοὺς προὔτρεπεν ἐπὶ φιλοσοφίαν, οἱ δὲ οὐδὲν αὐτῷ προσεῖχον, τέλος ἀγανανκτήσας, οὐδένα προδιέτω. Καὶ Λιογένην οὐν ἤλαινεν ἀπὸ τῆς συνοῦσίας αὐτοῦ. Ἐπεὶ δὴ ἦν λιπαρότερος ὁ Λιογένης, καὶ ἐνέκειτο, ἐνταῦθα ἤδη καὶ τῇ βακτηρίᾳ καθίζεσθαι αὐτοῦ ἠπείλει· καὶ ποτε καὶ ἔπαισε κατὰ τῆς κεφαλῆς. Ὁ δὲ οὐκ ἀπηλλάττετο, ἀλλ’ ἐτι μᾶλλον ἐνέκειτο φιλοπόνως, ἀκούειν αὐτοῦ διψῶν, καὶ ἔλεγε, Σὺ μὲν παῖς, εἰ βούλει, ἐγὼ δὲ ὑποθήσω τὴν κεφαλήν· καὶ οὐκ ἂν οὕτως ἐξεῖναι βακτηρίαν σκληράν, ὥστε με ἀπελθεῖν τῶν διατριβῶν τῶν σῶν. Ὁ δὲ ὑπερηψιώσατο αὐτόν.