Ancient Greek
161.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 161.4
Unproofread scanNot analysed yet
XIII Περὶ τοῦ ἐν Σικελίᾳ ὀξυδερκοῦς ἀνδρός. Ἄνδρα φασι Σικελιώτην οἷον βλέπειν ὀξὺ γενέσθαι ἐν Σικελίᾳ, ὥστε αὐτὸν, ἐκ τοῦ Λιλυβαίου εἰς Καρχηδόνα τείναντα τὸν ὀφθαλμόν, μηδὲν τὰς ὄψεις σφάλλεσθαι. Καὶ ἀποδείξαι λέγουσι τὸν ἀριθμὸν τῶν νεῶν τῶν ἀναγομένων ἐκ Καρχηδόνος· καὶ οὐκ ἐφεύσατο οὐδεμίαν.