Ancient Greek
166.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 166.1
Unproofread scanNot analysed yet
ἀδιάφθορον ἤγαγεν· αἱ δὲ λοιπαὶ καπηλικῶς ἔχουσι, καὶ τοῦ εἴδους, ἔτι καὶ τοῦ τρόπου μᾶλλον. Ἐκ δὲ τούτων ὁ Κύρος πλεῖον ταύτην ἠγάπησεν, αἷς ὁμιλήσέ ποτε ἀνθρώποις. Χρόνῳ δ’ ὑστερὸν ὑπερηρούσθη μὲν ταύτης ὁ Κύρος, ἀντηρῶτο δὲ καὶ ὑπ’ ἐκείνης· καὶ ἐς τοσοῦτον ἀμαρτὼν τῇ φιλία προήλθεν, ὡς ἐγγὺς ἰσοτιμίας εἶναι, καὶ μὴ ἀπάδειν Ἑλληνικοῦ γάμου ὁμοιότητας τε καὶ σωφροσύνης. Ἀφίκετο οὖν τοῦ εἰς Ἀσπασίαν ἔρωτος καὶ εἰς Ἰωνίαν τὸ κλέος, καὶ εἰς τὴν Ἑλλάδα πᾶσαν. Πεπλήρωτο δὲ καὶ ἡ Πελοπόννησος τῶν ὑπὲρ Κύρου τε καὶ ἐκείνης λόγων. Ἄλλὰ καὶ εἰς Βασιλέα τὸν μέγαν ἦκεν ἡ δόξα. Πεπίστευτο γὰρ δή, ὅτι γυναικὸς ἄλλης μὲν αὐτὴν οὐκ ἤξίου πειραθῆναι Κύρος. Ἐκ δὲ τούτων εἴσῃ τὴν Ἀσπασίαν μνήμη τῶν ἀρχαίων φασμάτων, περιστεγᾶς τε ἐκείνης, καὶ τῶν ἐξ αὐτῆς λόγων, καὶ ὅσα προείπεν ἡ Θεῖς· καὶ ἐπίστευεν αὐτὴν ἐξ ἀρχῆς μελεδωνῶν αὐτῆς γεγονέναι, καὶ ἐδὺν τῇ Ἀφροδίτῃ τελεσθῆσαι, καὶ χαριστήρια. Πρῶτον μὲν οὖν εἴδωλον χρυσοῦν ἀρχαίων μεγέθους ἔχον, αὐτὴ κατεσκεύασεν. Ἐνενοεῖτο δὲ τὸ ἄγαλμα τοῦτο Ἀφροδίτης εἶναι, καὶ πελειάδα αὐτῇ παρέστησε λιθοκλλητον· καὶ ἀνὰ πᾶσαν ἡμέραν θυσίας τε ἱλεοῦτο, καὶ εὐφημίαις. Ἀπέπεμψε δὲ καὶ Ἑρμοτίμῳ τῷ πατρὶ δῶρα πολλὰ καὶ καλά, καὶ πλουσίον αὐτὸν ἀπέφηνε. Σωφροσύνη τε διέζην, ὡς αἱ Ἑλληνίδες γυναῖκες λέγουσι, καὶ αἱ Περσίδες. Ὁμοῖος ἐκομίσθη ποτὲ Κύρῳ ἐκ Θετταλίας, πέμψαντος τὸν δῆμον Σκόπα τοῦ νεωτέρου· τῷ δὲ Σκόπα κεκώμ-