Ancient Greek
169.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 169.1
Unproofread scanNot analysed yet
αὐτῇ χαρίζεσθαι, θαυμάζων, ὅτι Κύρου μὲν ἀναπεῖσει ἐπιλαθέσθαι αὐτὴν, διδάξει δ’ αὐτὸν φιλεῖν οὐδὲν ἐκείνου ἧττον. Καὶ ἐτυχὲ μὲν τῆς ἐλπίδος, ὧνὲ δὲ καὶ βραδέως. Αἰνὴ γὰρ ἡ εἰς Κύρον εὐνοία ἐντακεῖσα τῇ Ἀσπασίᾳ δυσένικτην ὧσπερ μάλιστα τὸ φίλτρον ἐνεῖργαστο αὐτῇ. Χρόνῳ δὲ ὑστερον Τηριδάκης ὁ εὐνοῦχος ἀποθνήσκει, κάλλιστος τῶν ἐν τῇ Ἀσίᾳ καὶ ὥραιότατος γεγόμενος. Κατέστρεψε δὲ οὕτως ἄρα τὸν βίον μειρακιούμενος, καὶ ἐκ τῆς παιδικῆς ἡλικίας ἀνατρέχων. Ἐλέγετο δὲ αὐτοῦ ἐφ᾽ ὧν ὁ βασιλεὺς ἀνδρειούτατα. Ἐκ δὲ τούτων ἐπένθει βαρύτατα, καὶ δριμύτατα ἤλγει, καὶ δημοσία κατὰ πᾶσαν τὴν Ἀσίαν πένθος ἦν, χαριζομένων ἀπάντων βασιλεῖ τούτο. Ἐτόλμα τε οὐδεὶς αὐτῷ προσελθεῖν, οὐδὲ παραμυθήσασθαι· καὶ γὰρ ἐπίστευον ἀνιάτως αὐτὸν ἔχειν ἐπὶ τῷ συμβεβηκότι πάθει. Τριῶν δὲ ἡμερῶν διεληθουσῶν, στολὴν ἀναλαβοῦσα ἡ Ἀσπασία πενθικὴν, αἰτίους τοῦ βασιλέως ἐπὶ λουτρῶν, ἔστη διαχύουσα, καὶ δοῦσα εἰς γήν. Ὁ δὲ ἰδὼν αὐτὴν ἐξεπλάγη, καὶ ἤρετο τὴν αἰτίαν τῆς ἀφίξεως. Καὶ ἐκείνη φησί, Λυπουμένῳ σε, βασιλεῦ, καὶ ἀλγοῦντα ἀφίγμαι παραμυθήσασθαι, εἰ σοι βουλομένῳ ἐστίν· εἰ δὲ χαλεπαίνεις, ἀπαλλάττομαι ὀπίσω. Ἐπετράπη τῇ κηδεμονίᾳ ὁ Πέρσης, καὶ προσέταξεν εἰς τὸν θάλαμον ἀνελθούσαν ἀναμεῖναι αὐτόν· ἡ δὲ ἔδρασε ταῦτα. Ἐπει δὲ ἐπανῆλθε, τὴν τοῦ εὐνοῦχου στολὴν ἐπὶ τῇ μελαίνῃ περιῆψε τῇ Ἀσπασίᾳ· καὶ πῶς ἐπρεπεν αὐτῇ καὶ τὰ τοῦ μειρακίου, καὶ ἐτι μᾶλλον τὰ τῆς ὥρας αὐτῇ πρὸς τὸν