Ancient Greek
17.2
Heraclides Ponticus Junior Gramm., Fragmenta 17.2
Unproofread scanNot analysed yet
XX Περὶ Διονυσίου συλήσαντος τὰ τῶν Θεῶν. Διονύσιος ἐξ ἀπάντων τῶν ἐν Συρακούσαις ἱερῶν ἐσύλησε τὰ χρήματα. Τοῦ δὲ ἀγάλματος τοῦ Διὸς περιεῖλε τὴν ἑσθῆτα καὶ τὸν κόσμον, ὃς ἦν, φασί, χρυσίου πέντε καὶ ὀγδοήκοντα ταλάντων. Ὀκνοῦντων δὲ τῶν δημιουργῶν ἀφαιθαι, ὁδε πρῶτος ἔκρουσε τὸ ἄγαλμα. Καὶ τὸ ἄγαλμα δὲ τοῦ Ἀπόλλωνος περιεσύλησεν, ἔχον καὶ αὐτὸ χρυσούς βοστρύχους, κελεύσας ἀποκεῖραι τινα αὐτό. Πλεῦσας δὲ εἰς Τροϊζήνιον, τὰ τοῦ Ἀπόλλωνος, καὶ τῆς Λευκοθέας ἅπαντα ἐσύλησε χρήματα, τὴν παρακειμένην ἀργυρὰν τῷ Ἀπόλλωνι τράπεζαν κελεύσας ἀφελείν, Ἀγαθοῦ Δαιμόνος τῷ Θεῷ διδόντας πρόσποσιν.