Ancient Greek
174.5
Heraclides Ponticus Junior Gramm., Fragmenta 174.5
Unproofread scanNot analysed yet
Παίζων μεταβολὰς γὰρ πόνων ἀδὶ φιλοῦ. Λέγει δὲ τοῦτο, παιδίων κατίζων. Καὶ Σωκράτης δὲ κατελήφθη ποτὲ ὑπὸ Ἀλκιβιάδου παίζων μετὰ Λαμπροκλέους, ἐπὶ νηπίου. Ἀγησίλαος δὲ, κάλαμον περιβὶς, ὑπνεῦε μετὰ τοῦ υἱοῦ, παιδὸς ὄντος· καὶ πρὸς τὸν γελάσαντα εἶπε, Νῦν μὲν σιώπα, ὅταν δὲ γένη πατὴρ αὐτός, τότε ἐξαγορεύσεις [πρὸς τοὺς πατέρας]. Ἄλλα καὶ Ἀρχίτας ὁ Ταραντῖνος, πολιτικὸς τε καὶ φιλόσοφος ἀνὴρ γενόμενος, πολλοὺς ἔχων οἰκέτας, τοῖς αὐτῶν παιδίοις πᾶν σφόδρα ἐτέρπετο, μετὰ τῶν οἰκοτρίβων παίζων· μάλιστα δὲ ἐφίλει τέπτεσθαι αὐτοῖς ἐν τοῖς συμποσίοις.