Ancient Greek
18.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 18.1
Unproofread scanNot analysed yet
δ καὶ τὰς ἀγγελίας εἰσκομίζων τῷ βασιλεῖ, καὶ τοὺς δεομένους εἰσάγων, Ἄλλ, ὁ ζεῖνε Θηβαῖε (ἐλεγε δὲ ταῦτα περισίζων δι' ἐφημέρεως, Τιθραύστης δὲ ἦν ὄνομα τῷ χιλίαρχῳ), νόμος ἐστὶν ἐπιχώριος Πέρσαις, τὸν εἰς ὀφθαλμοὺς ἐλθόντα τοῦ βασιλέως μὴ πρότερον λόγῳ μεταλαγχάνειν, πρὶν ἡ προσκυννῆσαι αὐτόν. Εἰ τοίνυν αὐτὸς δι' ἑαυτοῦ συγγενέσθαι θέλεις αὐτῷ, ἄρα σοι, τὰ ἐκ τοῦ νόμου δοξῶν εἰ δὲ μή, τὸ αὐτὸ σοι τοῦτο καὶ δι' ἡμῶν ἀνυποθήσεται, καὶ μὴ προσκυνήσαντι. Ὁ τοίνυν Ἰσημνίας, Ἄγε με, εἶπε καὶ προσελθὼν καὶ ἐμφανὴς τῷ βασιλεῖ γεγὼς, περιελόμενος τὸν δακτύλιον, ἐξόλιπεν ἀδήλως παρὰ τοὺς πόδας, ὃν ἐτυχεν φορῶν, καὶ ταχέως ἐπικύψας, ὡς δὴ προσκυνῶν, πάλιν ἀνεῖλετο αὐτόν καὶ δόξαν μὲν ἀπέστειλε τῷ Πέρση προσκυνήσεως, οὐ μὴν ἐδράσεν οὐδὲν τῶν ἐν τοῖς Ἕλλησιν αἰσχύνων φερόντων. Πάντα οὖν, ὅσα ἠβουλήθη, κατεπράξατο, οὐδὲ ἠτιμῆσι τι ἐκ τοῦ Πέρσου.