Ancient Greek
180.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 180.3
Unproofread scanNot analysed yet
XXX. Περὶ Ταραντίνων οἰνοφλυγίας, καὶ Κυρηναίων τρυφῆς. Ταραντίνοις ἐν ἕθει ἦν πίνειν μὲν ἐξ ἑωθινοῦ, μηδὲν δὲ περὶ πλήθουσαν ἄγοραν. Εἰς τοσοῦτον δὲ ἄρα Κυρηναῖοι τρυφῆς ἐξώκειλαν, ὥστε Πλάτωνα παρεκάλουν, ἵνα αὐτοῖς γένηται νομοθέτης. Τὴν δὲ ἀπαξῶσαι φασὶ διὰ τὴν ἐξ ἀρχῆς ὀφθῦμίαν αὐτῶν. Ὁμολογεῖ δὲ καὶ Εὐπολὶς ἐν τῷ Μαρκᾷ, Ὀστις αὐτῶν εὐτελέστατος, σφαγλίδας εἶχε δέκα μυρίων. Παρῆν δὲ θαυμάζεσθαι καὶ τοὺς διαγλύφοντας τοὺς δακτυλίους.