Ancient Greek
181.4
Heraclides Ponticus Junior Gramm., Fragmenta 181.4
Unproofread scanNot analysed yet
XXXIII. Ὅτι οἱ Ῥωμαῖοι τὴν τοῦ Ἰατροῦ τοῦ Πύρρου ἐπιβουλήν οὐ προσήκαντο. Κινέας ὁ Πύρρου ἰατρός, φασί, πρὸς τὴν βουλὴν τῶν Ῥωμαίων ἔγραφε δι’ ἀπορρήτων, καὶ ἥτει χρήματα, καὶ ὑπισχνεῖτο ἀποκτεῖναι φαρμάκοις τὸν Πύρρον. Οἱ δὲ οὐ προσήκαντο τὴν ὑπόσχεσιν· δι’ ἀρετῆς γὰρ ἴσασιν Ῥωμαῖοι ἀγαθοὶ εἶναι, οὐ μὴν διὰ τέχνης, καὶ πανουργίας, καὶ ἐπιβουλῆς, καταγωνισασθαι τοὺς ἐχθρούς. Ἄλλὰ καὶ αὐτῷ τῷ Πύρρῳ τὴν γνώμην τοῦ Κινέου ἐξέφαναν.