Ancient Greek
188.6
Heraclides Ponticus Junior Gramm., Fragmenta 188.6
Unproofread scanNot analysed yet
L Περὶ Λακεδαιμονίων μὴ ἐσπουδα-σμένως περὶ παιδείας ἔχόντων. Λακεδαιμόνιοι μουσικῆς ἀπειρώς εἶχον· ἔμελε γὰρ αὐτοῖς γυμνασίων, καὶ ὅπλων. Εἰ δὲ ποτε ἐδε-ήθησαν τῆς ἐκ Μουσῶν ἐπικουρίας, ἢ νοσήσαντες, ἢ παραφρονήσαντες, ἢ ἄλλο τι τοιούτων δημοσία παθόντες, μετεπέμποντο ξένους ἄνδρας, οἷον ἰα-τροὺς, ἢ [καθαριστάς], κατὰ πυθόχρηστον. Μετε-πέμψαντό γε μὴν Τέσπανδρον, καὶ Οὔλητα, καὶ Τυρταῖον, καὶ τὸν Κυδωνιώτην Νυμφαῖον, καὶ Ἀλ-κμᾶνα (Ἀνδὸς γὰρ ἦν). Καὶ Θουκυδίδης δὲ ὁμολο-γεῖ, ὅτι μὴ ἐσπουδαμένως περὶ παιδείας εἶχον, ἐν