Ancient Greek
189.3
Heraclides Ponticus Junior Gramm., Fragmenta 189.3
Unproofread scanNot analysed yet
Μενεκράτης ὁ ἰατρὸς εἰς τοσοῦτον προῆλθε τύφου, ὥστε ἑαυτὸν ὀνομάζειν Δία. Ἀπέστειλε δὲ ποτε ἐπιστολὴν Φιλίππῳ τῷ Μακεδόνων βασιλεῖ τοιαύτην, Φίλιππῳ Μενεκράτης ὁ Ζεὺς εὖ πράττειν. Ἀντέγραψε δὲ καὶ ὁ Φίλιππος, Φίλιππος Μενεκράτει ὑγιαίνειν. Συμβουλεύω σοι προσάγειν σεαυτὸν ἐπὶ τοὺς κατὰ Ἀντίκυραν τόπους. Ἠνίττετο δὲ ἄρα διὰ τούτων, ὅτι παραφρονεῖ ὁ ἀνήρ. Εἰστία ποτὲ μεγαλοπρεπῶς ὁ Φίλιππος, καὶ δὴ καὶ τοῦτον ἐπὶ θοίνην ἐκάλεσε. καὶ ἰδίᾳ κλίνην αὐτῷ ἐκέλευσε παρεσκευάσθαι, καὶ κατακλιθέντι θυματηρίων παρέθηκε, καὶ ἐθυμιάτο αὐτόν· οἱ δὲ λοιποὶ εἰσιόντων, καὶ ἦν μεγαλοπρεπὲς τὸ δείπνον. Ὁ τοῖνυν Μενεκράτης τὰ μὲν πρῶτα ἐνεκαρτέρει, καὶ γαῦρος τῇ τιμῇ· ἐπεὶ δὲ κατὰ μικρὸν ὁ λῦμός περιῆλθεν αὐτόν, καὶ ἠλέγχετο, ὅτι ἦν ἄνθρωπος, καὶ ταῦτα εὐήθης, ἐξαναστάς ἀπιὼν ἤχετο, καὶ ἔλεγεν ὑβρίζεσθαι, ἐμμελῶς πᾶν τοῦ Φιλίππου τὴν ἄνοιαν αὐτοῦ ἐκκαλύψαντος.