Ancient Greek
191.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 191.1
Unproofread scanNot analysed yet
LV. Περὶ τῶν παρὰ Λίβυσιν ὑπὸ τῶν ἐλεφάντων, ἢ ἐν ταῖς θήραις, ἢ ἐν ταῖς μάχαις, ἀποθανόντων. Τοὺς ὑπὸ τῶν ἐλεφάντων, ἢ ἐν ταῖς θήραις, ἢ ἐν ταῖς μάχαις, ἀποθανόντας οἱ Λίβυδες θάπτουσι διαπρεπῶς, καὶ ὕμνους τινὰς ᾄδουσι. Ἔστι δὲ τοῖς ὕμνοις ἡ ὑποθήκη ἐκείνη· ἀγαθοὺς ἄνδρας εἶναι λέγει τοὺς ἀντιπάλους γενομένους θηρίῳ τοσοῦτῳ. Λέγουσι γὰρ καὶ τὸ ἐνδόξως ἀποθανεῖν ἐντάφιον εἶναι τῷ θάπτομένῳ.