Ancient Greek
192.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 192.1
Unproofread scanNot analysed yet
κορή, καλουμένη Δίρκη, καθαρώ καὶ ἡδεῖ ῥέουσα ὕδατι παρὰ πάντα τὸν πρόσθεν χρόνον, ἄχρι καὶ παρ’ ἐλπίδα αἵματος ἀνεπλήσθη. Μακεδόνι δὲ ἐπίστευον Θηβαῖοι ἀπειλεῖν τὸ δαιμόνιον. Ἐν δὲ τῷ κατὰ πόλιν ναῷ τῆς Ἀθμῆτρος ἀράχνη κατὰ τοῦ προσώπου τοῦ ἀγάλματος ἐξέφυαιε τὴν ἐαυτῆς τέχνην, καὶ τὸν ἱστὸν ὃν εἴωθεν ἐργάζεσθαι. Τὸ δὲ τῆς Ἀθηνᾶς, τῆς καλουμένης Ἀλαλομενηδός, ἀγάλμα αὐτομάτως κατεφλέχθη, πυρὸς μὴ προσεχθέντος, καὶ ἄλλα πολλά.