Ancient Greek
198.1
Heraclides Ponticus Junior Gramm., Fragmenta 198.1
Unproofread scanNot analysed yet
ἀρδεῖαν τοῖς δένδροις τοῖς προειρημένοις ἥν ἐπιτήδεια, συνεχῶς ἐπιρέοντα, καὶ εἰς τὸ ἕμβιον αὐτοῖς συμμαχόμενα. Ἦν οὖν τὸ χωρίον χαρίτων ἀνάμεστον, καὶ σεμνότατόν τε ἄμα καὶ σώφρονα παρθενῶνα ἐδείκνυεν. Ἦν δὲ ἄρα τῇ Ἀταλίντῃ στωμύῃ μέν αἱ δοραὶ τῶν τεθραμμένων, τροφὴ δὲ τὰ τοῦτῶν κρέα, ποτόν τε τὸ ὕδωρ. Σιολὴν δὲ ἡσύχῃ απράγμονα, καὶ τοιαύτην, οἶαν μὴ ἀποδεῖν τῆς Ἀρτέμιδος· ἔλεγε γὰρ ζῆλουν αὐτὴν καὶ ἐν τούτῳ, καὶ ἐν τῷ παρθένον εἶναι διὰ τέλους ἐθέλειν. Ἐπεφύκει δὲ ἀκίστη τοὺς πόδας, καὶ οὐκ ἂν αὐτὴν διέφυγεν· οὔτε θηρίον, οὔτε ἐπιβουλεύων αὐτῇ ἄνθρωπος· φυγεῖν δ’ ἐθέλουσαν, ἀλλ’ ἐνταῦθα μέν οὐκ ἂν τις αὐτὴν κατέλαβεν. Ἦρων δὲ αὐτῆς οὐχ ὅσοι μόνον αὐτὴν εἶδον, ἀλλ’ ἤδη καὶ ἐκ φήμης ἠρώτο. Φέρε δέ, καὶ τὸ εἶδος αὐτῆς, εἰ τι μὴ λυπεῖ, διαγράψωμεν· λυπεῖ δὲ οὐδέν, ἐπεὶ καὶ ἐκ τούτων προσγένοιτ’ ἂν λόγων τε ἐμπειρίαι, καὶ τέχνη. Μέρεθος μέν γάρ, ἐπὶ παῖς οὖσα, ὑπὲρ τὰς τελείας ἤν γυναικας, καλὴ δὲ ἦν, ὡς οὐκ ἄλλη τῶν ἐν Πελοποννήσῳ παρθένων τῶν τότε. Ἀφένωπὸν δὲ αἱ γοργοὶ ἐβλέπε, τοῦτο μέν καὶ ἐκ τῆς θηρείου τροφῆς, ἐπεὶ καὶ θυμοειδὴς ἦν, ἤδη δὲ καὶ ἐκ τῶν ἐν τοῖς ὄρεσι γυμνασίων. Κορινδὸν τε καὶ βαδινὸν οὐδὲν εἶχεν· οὐ γὰρ ἐκ θαλάμου προῆλθ’, οὐδὲ ἦν τῶν ὑπὸ μητραῖσι καὶ τίθαισι τρεφομένων. Τὸ δὲ ὑπέργυκον τοῦ σώματος, οὐδὲ τοῦτο εἶχε· καὶ μᾶλα γε εἰκῶς, αἴτε ἐν τοῖς κυνηγεσίαις, καὶ περὶ αὐτὰ τὰ γυμνῶσια τὸ πᾶν σῶμα ἐκπονοῦσα. Ἐανθὴ δὲ ἥν αὐτῆς ἡ κόμη,